02:01 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν.
- εν τω λαω ] omit 01c
- παρεισαξουσιν ] παρισαξουσιν 01
- απωλειας ] απωλιας 01
- απωλειαν ] απωλιαν 01
02:02 Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.
- ασελγειαις ] ασελγιαις 01
- οδος ] δοξα 01c
- αληθειας ] αληθιας 01
02:03 Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται: οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.
- εμπορευσονται ] ενπορευσονται 01
- νυσταξει ] νυσταζει 01
Notes:
- Nu bar in ενπορευσονται in 01.
02:04 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους:
- εφεισατο ] εφισατο 01
- σειραις ] σιροις 01
- ζοφου 01c ] ζοφους 01
- τηρουμενους ] κολαζομενους τηριν 01
02:05 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ⌜ἀλλὰ⌝ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας:
- εφεισατο ] εφισατο 01
- κοσμω 01c ] κοσμον 01
02:06 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς:
- πολεις ] πολις 01
- υποδειγμα ] υποδιγμα 01
- τεθεικως ] τεθικως 01
02:07 καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο:
02:08 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν:
- εγκατοικων ] ενκατοικων 01
02:09 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν:
- πειρασμου ] πιρασμων 01 // πιρασμου 01c
- δε 01c ] + πεφυλακισμενους 01
- ημεραν ] ηραν 01
- τηρειν ] τηριν 01
02:10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες:
- επιθυμια 01c ] επιθυμιας 01
- αυθαδεις ] αυθαδις 01
Notes:
- καταφρονουντας has an intra-nu bar in 01.
02:11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ' αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν.
- ισχυι ] ισχυει 01
- δυναμει ] δυναμι 01
- μειζονες ] μιζονες 01
02:12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται,
- ουτοι ] αυτοι 01
- φυσικα γεγενημενα ] 2-1 01
- αγνοουσιν βλασφημουντες ] αγνοουντες βλασφημουσιν 01
- καταφθαρησονται 01c ] κατφθαρησονται 01
Notes:
- αγνοουντες in 01 has intra-word nu bar.
02:13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
- κομιουμενοι 01c ] αδικουμενοι 01
02:14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα:
- μοιχαλιδος ] μοιχαλιας 01
- αμαρτιας ] αμαρτιαις 01
02:15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
- καταλιποντες ] καταλειποντες 01
- βοσορ 01c ] βεωορσορ 01
- ος 01c ] omit 01
02:16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας: ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
- ελεγξιν ] ελεγξειν 01
- εν 01c ] omit 01
02:17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
- νεφελαι ] και ομιχλαι 01
- λαιλαπος ] λελαπος 01
- εις αιωνα ] omit 01
02:18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ἀσελγείαις, τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
- ματαιοτητος 01c ] μαθηταιοτητος 01
- ασελγειαις ] ασελγιαις 01
- τους 01c ] του 01
- αποφυγοντας ] αποφευγοντας 01
02:19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς: ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
- ελευθεριαν 01c ] + ελευθεριαν 01
- και 01c ] omit 01
02:20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
NS:
- κυριου = κυ 01
- ιησου = ιυ 01
- χριστου = χυ 01
02:21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
- κρειττον ] κρισσον 01
- επιστρεψαι εκ ] εις τα οπισω ανακαμψαι απο 01
- παραδοθεισης ] παραδοθισης 01
02:22 Συμβέβηκεν δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.