only search Archaic Christianity

Χαρίτων Ἀφροδισεύς: Τῶν Περὶ Χαιρέαν Καὶ Καλλιρρόην

Chaereas and Callirhoe by Chariton of Aphrodisias

Text Digitized by Eric B. Sowell, ThM

This text is digitized from the 1856 edition of Ἐρωτικων Λογων Συγγραφεἶς: Erotici Scriptores, edited by Guillelmi Adriani Hirschig. This book was photographed and by Google and put up for use in pdf format. You can find the volume online here: http://books.google.com/books?id=kWgMAAAAYAAJ. Other than some accenting changes, this text should be identical to what is in that volume.

Book I

Chapter 1

Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι. Ἑρμοκράτης, ὁ Συρακοσίων στρατηγός, οὗτος ὁ νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας. ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον ἀλλὰ θεῖον, οὐδὲ Νηρηΐδος ἢ νύμφης τῶν ὀρειῶν ἀλλ᾿ αὐτῆς Ἀφροδίτης παρθένου. Φήμη δὲ τοῦ παραδόξου θεάματος πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνάσται τε καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας καὶ Ἠπείρου καὶ ἐθνῶν τῶν ἐν Ἠπείρῳ. Ὁ δ᾿ Ἔρως ζεῦγος ἴδιον ἐθελήσας συλλέξαι. Χαιρέας γάρ τις ἦν μειράκιον εὔμορφον, πάντων ὑπερέχον, οἷον Ἀχιλλέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται καὶ γραφεῖς δεικνύουσι, πατρὸς Ἀρίστωνος, τὰ δεύτερα ἐν Συρακούσαις μετὰ (τὸν) Ἑρμοκράτην φερομένου. Καί τις ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος, ὥστε θᾶττον ἂν πᾶσιν ἢ ἀλλήλοις ἐκήδευσαν. Φιλόνεικος δ᾿ ἐστὶν ὁ Ἔρως καὶ χαίρει τοῖς παραδόξοις κατορθώμασιν. Ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν. Ἀφροδίτης ἑορτὴ δημοτελὴς καὶ πᾶσαι σχεδὸν αἱ γυναῖκες ἀπῆλθον εἰς τὸν νεών. Τέως δὲ μὴ προϊοῦσαν τὴν Καλλιρρόην προήγαγεν ἡ μήτηρ, τοῦ Ἑρμακράτους κελεύσαντος προσκυνῆσαι τὴν θεόν. Τότε δὲ Χαιρέας ἀπὸ τῶν γυμνασίων ἐβάδιζεν οἴκαδε στίλβων ὥσπερ ἀστήρ. ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ προσώπου τὸ ἐρύθημα τῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός. Ἐκ τύχης οὖν περί τινα καμπὴν στενωτέραν συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν (συνοδίαν) ἵν᾿ ἑκά(τερος τῷ) ἑτέρ(ῳ) ὀφθῇ· ταχέως οὖν πάθος (ἐρω)τικὸν ἀντέδωκαν ἀλλήλοις...Ὁ μὲν οὖν Χαιρέας οἴκαδε μετὰ τοῦ τραύματος ἀπῄει καὶ ὥσπερ τις (ἀρισ)τεὺς ἐν πολέμῳ τρωθεὶς καιρίαν τοῦ κάλλους (τῇ εὐ)γενεί(ᾳ) συνελθόντος, καὶ καταπεσεῖν μὲν αἰδούμενος στῆναι δὲ μὴ δυνάμενος. Ἡ δὲ παρθένος τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσα, Σύ μοι, δέσποινα, εἶπεν, δὸς ἄνδρα τοῦτον ὃν ἔδειξας. Νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκάετο. Δεινότερα δ᾿ ἔπασχεν ἡ παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος γενέσθαι. Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρρόης γάμου μὴ τυχών. Ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ Οἴχῃ δή μοι, τέκνον· δῆλον γάρ ἐστιν, ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς. Οὔκουν οὐδὲ πειράσαι σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν. Εἶθ᾿ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δ᾿ ηὔξετο τὸ κακόν, ὥστε μηδ᾿ ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς. Ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν, καὶ ὥσπερ. Ἐρήμιον...ην η...ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. Πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς. Ἐνέστη νόμιμος ἐκκλησία. Συγκαθεσθεὶς οὖν ὁ δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα. Καλὸς Ἑρμοκράτης, μέγας στρατηγός, σῶζε Χαιρέαν. Τοῦτο πρῶτον τῶν τροπαίων. Ἡ πόλις μνηστεύεται τοὺς γάμους σήμερον ἀλλήλων ἀξίως. Τίς ἀνὴρ μηνύσειε τὴν ἐκκλησίαν ἐκείνην, ἧς ὁ Ἔρως ἦν ὁ δημαγωγός· Ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἠδυνήθη τῇ πόλει δεομένῃ. Κατανεύσαντος δ᾿ αὐτοῦ πᾶς ὁ δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν Ἑρμοκράτει. Παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακοσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. Ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δ᾿ αἱ ῥύμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. Ἥδιον ταύτην τὴν ἡμέραν ἤγαγον οἱ Συρακόσιοι τῆς τῶν ἐπινικίων. Ἡ δὲ παρθένος, οὐδὲν εἰδυῖα τούτων, ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλαίουσα καὶ σιωπῶσα. Προσελθοῦσα δ᾿ ἡ τροφὸς τῇ κλίνῃ, Τέκνον, εἶπε, διανίστασο, πάρεστι γὰρ ἡ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα. Ἡ πόλις σε νυμφαγωγεῖ. Τῆς δ᾿ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, οὐ γὰρ ᾔδει, τίνι γαμεῖται· ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν. Ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς. Ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. Ὁ μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου, πάλιν ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων. Ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης. Πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν· πάντες δὲ Χαιρέαν μὲν ἐθαύμαζον, Καλλιρρόην δ᾿ ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι· πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.

Chapter 2 >>