Χαρίτων Ἀφροδισεύς: Τῶν Περὶ Χαιρέαν Καὶ Καλλιρρόην
Chaereas and Callirhoe by Chariton of Aphrodisias
Text Digitized by Eric B. Sowell, ThM
Book I
Chapter 2
Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ᾿ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους, ὡμονόησαν τότε. Διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντος, συνῆλθον εἰς βουλευτήριον κοινόν. Ἐστρατολόγει δ᾿ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος. Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννου, τοιαῦτ᾿ ἔλεγεν· Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν οὐκ ἂν ὠργίσθην, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα (ἀεὶ) δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν. Ἡμεῖς δ᾿ ἐτάθη· μεν αὐλείοις θύραις προσαγρυπνοῦντες καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν; καὶ τὸ πάντων χαλεπώτατον ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν. Ὁ δὲ πόρνος καὶ πένης, καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο. Ἀλλ᾿ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν. Πάντες οὖν ἐπῄνεσαν, μόνος δ᾿ ὁ Ἀκραγαντίνων τύραννος ἀντεῖπεν. Οὐκ εὐνοίᾳ δέ, εἶπε, τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλ᾿ ἀσφαλεστέρῳ τῷ λογισμῷ· μέμνησθε γάρ, ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος· ὥστ᾿ ἀδύνατος ἡμῖν πρὸς αὐτὸν ἡ ἐκ τοῦ φανεροῦ μάχη. Κρείττων δ᾿ ἡ μετὰ τέχνης. Καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα· χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον. Ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τὸ κακὸν ἀναπράξεται. Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς νεωτερικὴν ζηλοτυπίαν. Ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι. Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο, καὶ τὸ ἔργον ἐνεχείρισαν, ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.